Mark 1:21-34
*21 Καὶ εἰσπορεύονται εἰς ⸀Καφαρναούμ· καὶ εὐθὺς τοῖς σάββασιν ⸂εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν⸃.* *22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ·* ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.*
*23 Καὶ °εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων·* ⸆ τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ;* ἦλθες ἀπολέσαι ἡμᾶς; ⸀οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.* 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς ⸀λέγων· φιμώθητι καὶ ἔξελθε ⸂ἐξ αὐτοῦ⸃*. 26 ⸂καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.⸃ 27 καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς⸃ λέγοντας·* ⸄τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατʼ ἐξουσίαν·⸅ καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 ⸂καὶ ἐξῆλθεν⸃ ἡ ἀκοὴ αὐτοῦ ⸄εὐθὺς πανταχοῦ⸅ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.*
*29 ⸂Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς* ἐξελθόντες ἦλθον⸃ εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.* 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.* 31 καὶ προσελθὼν ⸂ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός⸃⸆·* καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός ⸇, καὶ διηκόνει αὐτοῖς.
*32 Ὀψίας δὲ γενομένης, ὅτε ⸀ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας* ⸆ ⸋καὶ τοὺς δαιμονιζομένους⸌· *33 καὶ ⸂ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν⸃. *34 καὶ ἐθεράπευσεν ⸂πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις⸃ ✽ καὶ ⸄δαιμόνια πολλὰ ἐξέβαλεν⸅ καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν ⸀αὐτόν.*
21 And they went into Capernaum, and immediately on the Sabbath he entered the synagogue and was teaching. 22 And they were astonished at his teaching, for he taught them as one who had authority, and not as the scribes. 23 And immediately there was in their synagogue a man with an unclean spirit. And he cried out, 24 “What have you to do with us, Jesus of Nazareth? Have you come to destroy us? I know who you are—the Holy One of God.” 25 But Jesus rebuked him, saying, “Be silent, and come out of him!” 26 And the unclean spirit, convulsing him and crying out with a loud voice, came out of him. 27 And they were all amazed, so that they questioned among themselves, saying, “What is this? A new teaching with authority! He commands even the unclean spirits, and they obey him.” 28 And at once his fame spread everywhere throughout all the surrounding region of Galilee.
Jesus Heals Many
29 And immediately he left the synagogue and entered the house of Simon and Andrew, with James and John. 30 Now Simon’s mother-in-law lay ill with a fever, and immediately they told him about her. 31 And he came and took her by the hand and lifted her up, and the fever left her, and she began to serve them.
32 That evening at sundown they brought to him all who were sick or oppressed by demons. 33 And the whole city was gathered together at the door. 34 And he healed many who were sick with various diseases, and cast out many demons. And he would not permit the demons to speak, because they knew him.